Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ μίαν τῶν ἐπιχωρίων γυναικῶν μάλ᾽ εὐπρεπεστάτην τὴν ὄψιν καὶ Βιλιστίχην, ἔτι δὲ Ἀγαθόκλειαν καὶ
[p. 114] Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἱστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὐτῷ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐλητρίς, ἦν δὲ καὶ Ποθεινὴ αὐλητρίς, Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ καινῶν δεικτηριάδων. τοῦ δὲ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.