Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται: ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν ῾ Ἡρόδοτος
[p. 478] ἱστόρησε. καὶ Ἀλκαῖος δ᾽ ὁ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον. Βάτων δ᾽ ὁ Σινωπεὺς ἐν τοῖς περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός: ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις. Ξέναρχος δὲ ὁ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο: μνημονεύει αὐτοῦ Εὐφορίων ὁ
ἐποποιὸς ἐν Χιλιάσι.
49. Χάρης δ᾽ ὁ Μυτιληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.