συνεσταλμένως δ᾽ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως:
πηδῶσι κυρταί.
καὶ ἐν Δήμοις:
πλὴν ἅπαξ ποτ᾽ ἐν Φαίακος ἔφαγον καρίδας.
67. ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα: τὸ πλεῖστον γὰρ μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδες δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως: παρὰ γὰρ τὸ κάρη γέγονε διὰ τὸ μείζονι κεχρῆσθαι
ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. '