καὶ ὁ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν
ἐν ἐννέ᾽ ἂν χορδαῖς κατεγλυκάνατο.
Κρατῖνος ἐν Μαλθακοῖς:
τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε
ἀρχαῖον ἀείδειν. ὁ δὲ Γνήσιππος ἔστ᾽ ἀκούειν,
ὃς νυκτερίν᾽ εὗρε μοιχοῖς ἀείσματ᾽ ἐκκαλεῖσθαι
γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.
σκώπτει δ᾽ αὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις: ’
τίς ἄρ᾽ ἐρῶντά μ᾽ οἶδεν ὦ Γνήσιππέ πω; πολλῇ χολη.
οἴομαι 'γὼ μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν.