καὶ Ἀλκαῖος:
πολλὰ δ᾽ ἀνάριθμα ποτήρια
κἀλέφαις.
τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν β Ἀχαϊκῶν. 3. ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδὶ εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρἈριστοφάνει μὲν ἐν Γεωργοῖς : ”
ἐκ δὲ ποτήριον
πώνης Διννομένῃ παρίσδων.