previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡδονὴν ἔχει,
ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
δηλοῦν ἅπασιν οἱ δ᾽ ἑαυτοῖσιν σοφοὶ
πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
εἶτα φθονοῦνται, χρὴ γὰρ εἰς ὄχλον φέρειν
ἅπανθ᾽ ὅσ᾽ ἄν τις καινότητ᾽ ἔχειν δοκῇ.
ἐπὶ τούτοις τοῖς λόγοις ἀναχωροῦντες οἱ πολλοὶ λεληθότως διέλυσαν τὴν συνουσίαν.

[p. 2]1. ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει τόνδε τὸν τρόπον


μακάριόν ἐστιν τραγῳδία
ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι
ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,
πρὶν καὶ τιν᾽ εἰπεῖν ὥστ᾽ ὑπομνῆσαι μόνον
δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ ἂν φράσω,
τὰ γ᾽ ἄλλα πάντ᾽ ἴσασιν πατήρ Λάιος,
μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,
τί πείσεθ᾽ οὗτος, τί πεποίηκεν. ἂν πάλιν
εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία
πάντ᾽ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε
τὴν μητέρ᾽, ἀγανακτῶν δ᾽ Ἄδραστος εὐθέως
ἥξει πάλιν τ᾽ ἄπεισι ... [p. 4]
ἔπειθ᾽ ὅταν μηδὲν δύνωντ᾽ εἰπεῖν ἔτι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: