Κρατῖνος δ᾽ ὁ νεώτερος ἐν Τιτᾶσι:
λέγειν, Βλεπαῖος βούλετ᾽ εἶναι. Β. νοῦν γ᾽ ἔχων
πλουτεῖ γὰρ ὁ Βλεπαῖος.
”
κόρυδον τὸν χαλκότυπον πεφύλαξο,
ἦ μὴν σοὶ νομιεῖς αὐτὸν μηδὲν καταλείψειν,
μηδ᾽ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ
τοῦ Κορύδου: προλέγω σοι: ἔχει γὰρ χεῖρα κραταιάν,
χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ. [p. 86]