Ἀντιφάνης δ᾽ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησὶν
διὰ τῶν μαχαιρῶν τοῦ πυρὸς τ᾽ ἐλήλυθεν.
οὐκοῦν τὸ μὲν γλαυκίδιον,2 ὥσπερ ἄλλοτε,
ἕψειν ἐν ἅλμῃ φημί. β. τὸ δὲ λαβράκιον;
α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι
ζέσαι. Β. τὸ δὲ ἐγχέλειον; α. ἅλες,5 ὀρίγανον,
ὕδωρ. β. ὁ γόγγρος; α, ταὐτόν. β. ἡ βατίς; α. χλόη.
β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. Β. κρέας
ἐρίφειον; Α. ὀπτόν. β. θάτερον; α. τἀναντία.