γίνεται δ᾽ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ ὁ καλούμενος στρωματεύς, ῥάβδους ἔχων δι᾽ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας, ὡς ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ,
ἐκήρυξεν βόαξ,
σάλπης δ᾽ ἐσάλπιγξ᾽ ἕπτ᾽ ὀβολοὺς μισθὸν φέρων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Περίπλῳ Λεσβίαν φησὶ γενέσθαι Σάλπην τὴν τὰ παίγνια συνθεῖσαν. ἄλκιμος δ᾽ ἐν τοῖς Σικελικοῖς ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τοῖς προσαγορευομένοις Σάλπης. Ἄρχιππος δὲ ἐν Ἰχθύσιν ἀρσενικῶς εἴρηκεν ὁ σάλπης :
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.