previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μνημονεύει:

οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις:

χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς:
καὶ Ἕρμιππος ἐν Κέρκωψι:

χρυσίδ᾽ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. [p. 246]
καὶ γε ..,1 ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ᾽ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἀράκην καλοῦσι. 106.

Φθίος. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις: ‘ σὺν φθοῖσι προσπεπτωκώς.3’ ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί,

Φιλοτησία%10. κύλιξ τις ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι: ‘ καὶ φιλοτησίας προὔπινεν.’ Ἄλεξις:


φιλοτησίαν σοι τήνδ᾽ ἐγὼ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης: [p. 248]

ἑπτάπους γοῦν σκιὰ ' στιν
' πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽
χορὸς φιλοτήσιος.
διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ :

δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.

χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ.

Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα. 107.

χυτρῖδες. Ἄλεξις ἐν Ὑποβολιμαίῳ:


ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα
χυτρίδι᾽ ἀκράτου: τῆς τ᾽ ἀδελφῆς προσλαβὼν
τῆς τοῦ βασιλέως ταὔτ᾽,5 ἀπνευστὶ τ᾽ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ᾽ ἴσον ἴσῳ κεκραμένον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: