107. εἴδη δ᾽ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα: Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ:
καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι
στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.
πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες
χἀ δυσώδης βολβιτὶς γραῖαί τ᾽ ἐριθακώδεες.