καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων ἐν Φαίδρῳ: ‘ ὀστρέου τρόπον,’ φησί, ‘ δεδεσμευμένοι,’ καὶ ἐν Τιμαίῳ: ‘τὸ τῶν ὀστρέων γένος συμπάντων,’ ἐν δὲ τῷ τῆς Πολιτείας δεκάτῳ ὄστρεια εἶπε: ‘προσπεφυκέναι ὄστρειά τε καὶ φυκία.’ Αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ ἐστι χήμης καὶ παρηλλαγμένον.
ὄστρεια συμπεφυκότα.