Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου, πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.”
καὶ ὁ Διονυσοκλῆς ἔφη:
“ ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ
ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν ἀλλ᾽ ἐπεὶ περὶ ταρίχων ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου:
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.