Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλῷ τοίνυν κάλλιον Ὅμηρος ἐποίησε καὶ διάφορα παρατιθέμενος συμπόσια: πᾶν γὰρ ἐξ ἀντιπαραβολῆς ὁρᾶται μᾶλλον. ἐστὶν γὰρ αὐτῷ τὸ μὲν τῶν μνηστήρων οἷον ἂν γένοιτο νεανίσκων μέθαις καὶ ἔρωσιν ἀνακειμένων, τὸ δὲ τῶν Φαιάκων εὐσταθέστερον μὲν τούτων, φιλήδονον
δέ. τούτοις δ᾽ ἀντέθηκε τὰ μὲν ἐπὶ στρατιᾶς, τὰ δὲ πολιτικώτερον τελούμενα σωφρόνως. καὶ πάλιν αὖ διεῖλεν τὰ μὲν δημοθοινίαν ἔχοντα, τὰ δ᾽ οἰκείων σύνοδον. Ἐπίκουρος δὲ
[p. 328] συμπόσιον φιλοσόφων μόνον πεποίηται.
4. ἐδίδαξεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.