Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ.29.
“τῶν δὲ ῥόδων, φησὶ Θεόφραστος ἐν τῷ ἕκτῳ, πολλαί εἰσι διαφοραί. τὰ μὲν γὰρ πλεῖστα αὐτῶν πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, ἔνια δ᾽ ἐστὶ καὶ ἑκατοντάφυλλα περὶ Φιλίππους, λαμβάνοντες γὰρ ἐκ τοῦ Παγγαίου φυτεύουσιν ἐκεῖ γὰρ γίγνεται πολλά, μικρά, δὲ σφόδρα τὰ ἐντὸς φύλλα: ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ἐστὶν ὥστ᾽ εἶναι τὰ μὲν ἐντός, τὰ δὲ ἐκτός: οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. τὰ δὲ πεντάφυλλα εὐώδη μᾶλλον
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.