Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
ἐν δὲ Μεγαρίδι:
τὰς πλευρὰς οἷόν περ βατίς,
τὰν δ᾽ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόν περ βάτος,
τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς,
τὰν δὲ λαπάραν σκορπίος παίσαι θαλάττιος τεοῦ.
Σαννυρίων δ᾽ ἐν Γέλωτι:
ὦ βατίδες, ὦ γλαύκων κάρα.
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων σελάχη φησὶν εἶναι βάτον,
τρυγόνα,
βοῦν,
λάμιαν,
αἰετόν,
[p. 286] νάρκην,
βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ.,
”