Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ χοροῦ, καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν ‘34. Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι ὅταν βουληθῇς ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σῴζειν καὶ τοὺς εὐρώστους ἀνόσους οἳ ἂν ἐμοὶ πείθωνται παρέχειν μέχρι γήρως ζῶντας, τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω.’
[p. 300] πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστελλεν ὁ Φίλιππος:
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.