Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εἰς τὸ λοιπόν,’ εἶπεν, ‘ οὐχ ἥξω πρὸς σέ, ἐν οὕτως
[p. 400]
ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ᾽ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐαρεστεῖν ἢ τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ διακονοῦντες τὰ πλεῖστα δαπανῶσιν.’ 15. Ἀντίγονος δ᾽ ὁ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθ᾽ αὑτὸν κἆτ᾽ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.