previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βαλὼν τὰ κατακεκομμένα. ἄλλα πλακούντων γένη: ὀστρακίτης, ἀττανῖται, ἄμυλον, τυροκόσκινον. τυρὸν ἐκπίεσας καλῶς θὲς εἰς ἄγγος, εἶτ᾽ ἄνω κόσκινον χαλκοῦν ἐπιθεὶς δίαγε τὸν τυρόν. ὅταν δὲ μέλλῃς προσφέρειν, βάλε μέλιτος αὔταρκες ἐπάνω. ὑποτυρίδες δὲ οὕτως γίνονται: εἰς γάλα βαλὼν μέλι ἐκπίεσον καὶ βάλε εἰς σκεῦος καὶ ἔα παγῆναι. ἐὰν δέ σοι παρῇ κοσκίνια μικρά, ἐπίβαλε εἰς αὐτὰ τὸ σκεῦος, καὶ ἔα ἐκρεῖν τὸν ὀρόν. καὶ ὅταν σοὶ δόξῃ πεπηγέναι, ἄρας τὸ σκεῦος μετάβαλε εἰς ἀργύρωμα, καὶ ἔσται ὄψις ἄνωθεν, ἐὰν δὲ μὴ κοσκίνια, φλαβιλλίοις καινοῖς χρῶ, ἐν οἷς τὸ πῦρ ῥιπίζεται: τὴν γὰρ αὐτὴν ποιεῖ χρείαν. κοπτοπλακοῦς. ἐν Κρήτῃ δέ, φησίν, πλακουντάριον ποιοῦσιν ὅπερ ὀνομάζουσι γάστριν. γίνεται δὲ οὕτως : κάρυα Θάσια καὶ Ποντικὰ καὶ ἀμύγδαλα, ἔτι δὲ μήκων, φρύξας θεράπευσον καλῶς καὶ εἰς θυίαν καθαρὰν [p. 500]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: