116. σκόμβρος. ' Ἀριστοφάνης Γηρυτάδῃ. ἱκέσιός φησι τοὺς σκόμβρους ἐλαχίστους μὲν εἶναι κατὰ τὸ μέγεθος, τροφιμωτέρους δὲ τῶν κολιῶν καὶ εὐχυλοτέρους, οὐ μὴν εὐεκκριτωτέρους. μνημονεύει αὐτῶν οὕτως καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ
μὴ μείζων πυγόνος: μεγάλου δ᾽ ἀπὸ χεῖρας ἴαλλε.
117. σάργοι. ‘ οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι ’
καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μείζονες
ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.