νὴ τὴν Ἀθηνᾶν, ἀλλ᾽ ἐγὼ τεθαύμακα8.
τοὺς ἰχθυοπώλας, πῶς ποτ᾽ οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους: β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ [p. 18]
τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
ὅλας δ᾽ ἀφαιροῦνται καθ᾽ ἑκάστην ἡμέραν;
κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής:
οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου
Ἀριστονίκου ... ...
τίθησι γὰρ νυνὶ νόμον,
τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι