Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ βίων τάδε γράφει: ‘ ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, ὁ τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους.’ Κλείδημος δ᾽ ἐν τῇ Ἀτθίδι φησί ‘ καὶ παράσιτοι δ᾽ ᾑρέθησαν
[p. 58]
τῷ Ἠρακλεῖ.’ καὶ Θεμίσων δ᾽ ἐν Παλληνίδι: ‘ ἐπιμελεῖσθαι δὲ τὸν βασιλέα τὸν ἀεὶ βασιλεύοντα καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρασίτους οὓς ἂν ἐκ τῶν δήμων προσαιρῶνται καὶ τοὺς γέροντας καὶ τὰς γυναῖκας τὰς πρωτοπόσεις.’ 27. ἔχεις δὲ κἀκ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.