Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ γραφὰς λαμβάνων ἐπισκοπείτω. τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σιληνοί, πορφυρᾶς χλαμύδας, οἱ δὲ φοινικίδας ἠμφιεσμένοι. τούτοις δ᾽ ἐπηκολούθουν Σάτυροι καθ᾽ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. μεθ᾽ οὓς Νῖκαι χρυσᾶς ἔχουσαι πτέρυγας, ἔφερον δ᾽ αὗται θυμιατήρια ἑξαπήχη κισσίνοις διαχρύσοις κλωσὶ διακεκοσμημένα, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτῶνας, αὐταὶ δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι..
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.