ὁ δ᾽ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ:
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
74. κορδύλος:2. τοῦτον Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα.
κίθαρον δὲ κελεύω,
ἂν μὲν λευκὸς ἔῃ στερεός τε μέγας τε πεφύκῃ,
ἕψειν εἰς ἅλμην καθαρὰν κατὰ φύλλα καθέντα:
ἂν δ᾽ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν
ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ,
καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε
χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ᾽ ἀκόλαστος.