Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ τὴν Ὀρείην ὄρος δὲ τοῦθ᾽ ὑπάρχειν ὑψηλὸν ἐν Αἰτωλίᾳ λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ τῆς διώξεως ἀπαγαγεῖν ἐπὶ κρήνῃ τινὶ καὶ τῇ παρακειμένῃ πόᾳ ἤδη ἀποψυχόμενον ἀπομάσσειν. ἀναζωπυρήσαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς βοτάνης τὴν δύναμιν ἀπογεύσασθαι καὶ ἔνθεον γενόμενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς τὴν θάλασσαν αὑτὸν ἐκρῖψαι. Ἡδύλος δ᾽ ὁ Σάμιος ἢ Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλατταν. Ἡδύλη δ᾽ ἡ τοῦ ποιητοῦ τούτου
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.