‘ ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφεν γυναῖκας εὐπρεπεστάτας μονομαχῆσαι ἃς ἐκέκτητο, ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους ἑαυτοῦ, ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλ᾽ ἄκυρον τὴν διαθήκην ἐποίησεν.’ Ἐρατοσθένης δ᾽ ἐν πρώτῳ Ὀλυμπιονικῶν τοὺς Τυρρηνούς φησι πρὸς αὐλὸν πυκτεύειν. 40. Ποσειδώνιος δ᾽ ἐν τρίτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν ‘ Κελτοί, φησίν, ἐνίοτε παρὰ τὸ δεῖπνον μονομαχοῦσιν. ἐν γάρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ’”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.