Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. 'ἴδιον δὲ παρὰ τούτους συμβαίνει τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς καλουμένους ἰχθῦς γινόμενον ὀρύττεσθαι γὰρ κατὰ βάθους πλέονος τοὺς τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας οὔτε φανερῶν ναμάτων, καὶ εὑρίσκεσθαι ἐν αὐτοῖς ἰχθῦς ζῶντας.
3. Μνασέας δὲ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν
[p. 6]
τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δ᾽ ὁ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος,
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.