Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ γεγονέναι, ὥστε κἀμὲ παραγενέσθαι. ἐγὼ γάρ, ἔφη. πόθεν, ἦν δ᾽ ἐγώ, ὦ Γλαύκων; οὐκ οἶσθ᾽
[p. 484] ὅτι πολλῶν ἐτῶν Ἀγάθων οὐκ ἐπιδεδήμηκε;’ καὶ προελθών φησιν: ‘ ἀλλ᾽ εἰπέ μοι, πότε ἐγένετο ἡ συνουσία αὕτη; κἀγὼ εἶπον ὅτι παίδων ἔτι ὄντων ἡμῶν, ὅτε τῇ τραγῳδίᾳ ἐνίκησεν ὁ Ἀγάθων.’ ὅτι δὲ πολλὰ ὁ Πλάτων παρὰ τοὺς χρόνους ἁμαρτάνει δῆλόν ἐστιν ἐκ πολλῶν, κατὰ γὰρ τὸν εἰπόντα ποιητὴν ‘ ὅττι κεν ἐπ᾽ ἀκαιρίμαν γλῶτταν ἔλθῃ,’ τοῦτο μὴ διακρίνας γράφει, οὐ γὰρ ἀγράφως τι ἔλεγεν, ἀλλὰ πάνυ ἐσκεμμένως,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.