Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ πόθεν ἦν αὐτῷ εἰδέναι; καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίγνεται ἡ ἔχιδνα, καὶ ὅτι μέγιστον μὲν ἐστιν ἡ φάττα, δεύτερον δὲ ἡ οἰνάς, ἐλάχιστον δὲ ἡ τρυγών. πόθεν δ᾽ ὅτι ὁ μὲν ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, ἡ δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶσαι φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε, ἱστορεῖ δ᾽ ὅτι καὶ ἐκ τῆς τῶν
[p. 98] φθειρῶν ὀχείας αἱ κόνιδες γεννῶνται καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη ἐξ ἧς βομβυλιός, ἀφ᾽ οὗ ὁ νεκύδαλλος ὀνομαζόμενος: ἀλλὰ μὴν καὶ τὰς μελίσσας βιοῦν φησι μέχρι ἐτῶν ἕξ, τινὰς δὲ καὶ ἑπτά. οὐκ ὦφθαι δέ φησιν οὔτε
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.