‘ ὣς πού φησιν ὁ Κυρηναῖος ποιητής—ἢ παρ᾽ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ.’ 4. εἶτα εἰσβάλλει μετ᾽ ὀλίγον εἰς τὸν τοῦ Λαρηνσίου ἔπαινον καὶ λέγει: ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ λόγοις εἱστία, τὰ μὲν προβάλλων τῶν ἀξίων ζητήσεως, τὰ δὲ ἀνευρίσκων, οὐκ ἀβασανίστως οὐδ᾽ ἐκ τοῦ παρατυχόντος τὰς ζητήσεις ποιούμενος, ἀλλ᾽ ὡς ἔνι μάλιστα μετὰ κριτικῆς τινος καὶ Σωκρατικῆς ἐπιστήμης, ὡς πάντας
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.