καὶ Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησὶν
γεγένηται δ᾽, ὡς λέγουσι, κἀν Σάμῳ
τοιοῦθ᾽ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισὲ θ᾽ αὑτὸν τῷ νεῷ.
Κτησικλέους δ᾽ ἐστὶν ἔργον τὸ ἄγαλμα, ὥς φησιν Ἀδαῖος ὁ Μιτυληναῖος ἐν τῷ περὶ Ἀγαλματοποιῶν. πολέμων δὲ ἢ ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν”
ἀλλ᾽ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
ἄνθρωπος ἠράσθη τις: εἶτ᾽ εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν.