Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι:
λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν
τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ’
νυμφῶν ὑπὸ σπήλυγγα τόνδ᾽ αὐτόστεγον
σύαγρον ἐκβόλειον εὔθηρον κυσίν,
ὁπλάς τ᾽ ἀπαρχὰς ἀκροθινιάζομαι.